Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος
  2. πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι
  3. τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—
  4. ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα
  5. αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.
Πηλεύς
  1. χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
  2. καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
Μενέλαος
  1. ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν