Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
  2. καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν
  3. ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ
  4. δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
  5. θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.
  6. Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
  7. σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
  8. ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
  9. ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
  10. ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα
  11. προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν
  12. Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην
  13. δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν
  14. ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
  15. εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος
  16. θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
Θεράπαινα
  1. δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε
  2. καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν
  3. τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,
  4. εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,