Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
  2. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
  3. Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
  4. ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
  5. κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,
  6. πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ.
  7. καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
  8. ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου
  9. ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν·
  10. ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
  11. τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
  12. κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
  13. λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
  14. τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,
  15. αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω
  16. τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·
  17. ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην,
  18. νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,
  19. ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.
  20. ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,