Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.
  2. ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς—
  3. ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
  4. καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
Χορός
  1. ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
  2. καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
Μενέλαος
  1. γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας
  2. οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.