Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν,
  2. ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
  3. κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε
  4. καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,
  5. οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
  6. ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,
  7. φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,
  8. ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ
  9. μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις·
  10. οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
  11. ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
  12. ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·
  13. λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·
  14. οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
  15. γραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν