Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
  2. οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
  3. κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
  4. οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
  5. φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.
Χορός
  1. οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα
  2. θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
Ἱππόλυτος
  1. πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν
  2. δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,
  3. εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
  4. ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
  5. ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
  6. ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
  7. φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
  8. ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,