Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ἱππόλυτος
  1. ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
  2. φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
  3. ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
  4. λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
Θησεύς
  1. φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.
  2. τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
  3. εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
  4. ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
  5. πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
  6. ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
  7. τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
  8. σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
  9. ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
  10. πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.