Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
  2. τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
  3. καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
  4. ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,
  5. φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
Ἱππόλυτος
  1. δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
  2. τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
  3. ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
  4. δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.
Θησεύς
  1. φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
  2. σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
  3. ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
  4. δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
  5. τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
  6. ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο