Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
- τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
- ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο
- πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
- ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
- φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
- ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
- λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
- φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.
- τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
- εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
- ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
- πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
- ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
- τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
- σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
- ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
- πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
- δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,