Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος ---
- οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;
- μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
- ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
- ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;
- πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
- ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
- εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
- πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων ---
- τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
- τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
- πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
- σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
- ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
- εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.