Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον
- μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,
- Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·
- ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει
- τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς,
- τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
- ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
- ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
- μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·
- σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
- κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
- τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
- ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
- ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
- καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.