Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
Χορός
  1. ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν·
  2. γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.
Θησεύς
  1. οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,
  2. δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·
  3. ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
  4. θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
  5. ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
  6. ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.
Χορός
  1. καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,
  2. Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ
  3. Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
Ἱππόλυτος
  1. κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
  2. σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις
  3. οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
  4. ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,
  5. νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·
  6. ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
  7. οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.