Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
  1. — φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ
  2. γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
  1. οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον
  2. σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;
Χορός
  1. — φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους
  2. λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
  3. — τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;
  4. τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
Τροφός
  1. ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·
  2. πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός
  1. — ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
  2. ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς
  1. γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;
  2. ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.
  3. οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος
  4. πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
  5. μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
  6. πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν