Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,
- ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς
- λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.
- ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς
- εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
- σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
- εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
- τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
- ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
- γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
- χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
- ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
- θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
- μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
- νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ