Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
  2. ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
  3. παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
  4. τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
  5. ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
  6. νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
  7. μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.
  8. τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
  9. προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
  10. φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
  11. ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
  12. γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
  13. καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
  14. δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
  15. ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς