Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
- οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.
- ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.
- τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
- ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
- τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.
- ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
- ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
- ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
- ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
- σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
- ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
- γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
- εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
- οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
- ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
- ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
- παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
- τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
- ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.