Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοκάδα τὰν διγόνοιο Βάκ-
- χου νυμφευσαμένα πότμῳ
- φονίῳ κατηύνασεν.
- δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’
- οἵα τις πεπόταται.
- σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.
- τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
- ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
- σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.
- ἰώ μοι, αἰαῖ·
- ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
- τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
- ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
- φρένας ἐπίσσυτος;
- ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις
- ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.
- σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα
- φάτις δωμάτων.
- ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;
- ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ