Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει·
  2. Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
  3. τὸν τᾶς Ἀφροδίτας
  4. φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
  5. πέρθοντα καὶ διὰ πάσας
  6. ἰόντα συμφορᾶς
  7. θνατοῖς, ὅταν ἔλθῃ.
Χορός
  1. τὰν μὲν Οἰχαλίᾳ
  2. πῶλον ἄζυγα λέκτρων, ἄναν-
  3. δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ-
  4. κων ζεύξασ’ ἀπ’ Εὐρυτίων
  5. δρομάδα Ναΐδ’ ὅπως τε Βάκ-
  6. χαν σὺν αἵματι, σὺν καπνῷ
  7. φονίοις θ’ ὑμεναίοις
  8. Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν·
  9. ὦ τλάμων ὑμεναίων.
Χορός
  1. ὦ Θήβας ἱερὸν
  2. τεῖχος, ὦ στόμα Δίρκας, συνεί-
  3. ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ-
  4. πει. βροντᾷ γὰρ ἀμφιπύρῳ