Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
  2. μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
  3. ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται,
  4. Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν
  5. τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
  6. δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν.
  7. ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
  8. στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
  9. Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
  10. πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους
  11. κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
  12. ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας
  13. Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Ἱππόλυτος
  1. ἕπεσθ’ ἀείδοντες ἕπεσθε
  2. τὰν Διὸς οὐρανίαν