Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον
- γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο,
- ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι
- τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.
- ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα,
- μίασμα φεύγων αἵματος Παλλαντιδῶν,
- καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
- ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
- ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
- κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται
- σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.
- ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν·
- δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται.
- καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
- κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος