Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.
Χορός
  1. οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τροφός
  1. ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.
Χορός
  1. ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
Τροφός
  1. πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;
Χορός
  1. πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφός
  1. θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.
Χορός
  1. θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.
Τροφός
  1. κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χορός
  1. ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;
Τροφός
  1. ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
Χορός
  1. σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
  2. νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τροφός
  1. ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·
  2. οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,