Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν
- ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.
- τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
- ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
- τῆσδ’ ὑπεραλγῶ.
- βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις
- φασὶ σφάλλειν πλέον ἢ τέρπειν
- τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.
- οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
- τοῦ μηδὲν ἄγαν·
- καὶ ξυμφήσουσι σοφοί μοι.
- γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ
- Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,
- ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
- σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.