Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;
Τροφός
  1. ὦ παῖ, τί θροεῖς;
  2. οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ
  3. μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαίδρα
  1. πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν
  2. καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
  3. στείβουσι κύνες
  4. βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·
  5. πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
  6. καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
  7. Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’
  8. ἐν χειρὶ βέλος.
Τροφός
  1. τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;
  2. τί κυνηγεσίων καὶ σοὶ μελέτη;
  3. τί δὲ κρηναίων νασμῶν ἔρασαι;