Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μύθοις δ’ ἄλλως φερόμεσθα.
Φαίδρα
  1. ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
  2. λέλυμαι μελέων σύνδεσμα φίλων.
  3. λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.
  4. βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·
  5. ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφός
  1. θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
  2. μετάβαλλε δέμας.
  3. ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας
  4. καὶ γενναίου λήματος οἴσεις·
  5. μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαίδρα
  1. αἰαῖ·
  2. πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
  3. καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,
  4. ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ