Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
- σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
- ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
- ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
- τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
- σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
- τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
- δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος
- κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ
- πένθη μέγιστα δακρύων καρπουμένῳ.
- ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
- ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
- ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
- σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
- σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·