Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
- ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
- ἐξηπατήθη δαίμονος βουλεύμασιν.
- ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
- ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
- στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.
- εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
- ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
- ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.
- τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.
- δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
- φεῦ·
- εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
- ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
- θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας