Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
- ἄλλαν ἐπ’ αἶαν ἱέμενον.
- ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
- ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν
- ὠκυπόδων μέτα θῆρας ἔναιρεν
- Δίκτυνναν ἀμφὶ σεμνάν.
- οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ
- τὸν ἀμφὶ Λίμνας τρόχον
- κατέχων ποδὶ γυμνάδος ἵππου.
- μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν
- λήξει πατρῷον ἀνὰ δόμον·
- ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
- Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·
- νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ
- λέκτρων ἅμιλλα κούραις.
- — ἐγὼ δὲ σᾷ δυστυχίᾳ
- δάκρυσι διοίσω πότμον
- ἄποτμον· ὦ τάλαινα μᾶ-
- τερ, ἔτεκες ἀνόνατα· φεῦ·