Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
- προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·
- ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον
- ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.
- ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,
- λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων
- λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων·
- ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν
- αἰὼν
- πολυπλάνητος αἰεί.
- εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,
- τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·
- δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη·
- ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
- βίον συνευτυχοίην.
- οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ-
- σων,
- ἐπεὶ τὸν Ἑλλανίας
- φανερώτατον ἀστέρ’ Ἀθήνας