Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
- τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
- κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.
- οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν
- ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
- ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
- ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
- ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου,
- ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ
- ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
- Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-
- τοῦ χάρις ενι δαι·
- εἴη δʼ εὔχαρις Ἀφροδί-