Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,
  2. χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·
  3. καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ
  4. θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
  5. ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
  6. ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
  7. Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
  8. ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς
  9. καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι
  10. ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.
  11. ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
  12. Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;
  13. λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,