Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί.
  2. ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳ
  3. ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
  4. θένων ἰαχεῖ ποδῶν κρότοισιν.
Θεράπων
  1. δέσποινα, μύθους σοί τε συντομωτάτους
  2. κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω.
  3. νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεται
  4. παντευχίαν ἔχοντα πολεμίων σέθεν.
Ἀλκμήνη
  1. ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασεν
  2. ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
  3. μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς·
  4. φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.
Θεράπων
  1. ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν.