Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μαι, Ζεύς μοι χάριν ἐνδίκως
  2. ἔχει· οὔποτε θνατῶν
  3. ἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.
Χορός
  1. ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ-
  2. δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά-
  3. τηρ δέσποινά τε καὶ φύλαξ —
  4. πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
  5. τᾷδʼ ἐπάγοντα δορυσσοῦν
  6. στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷ
  7. δίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.
Χορός
  1. ἐπεί σοι πολύθυτος ἀεὶ
  2. τιμὰ κραίνεται, οὐδὲ λά-
  3. θει μηνῶν φθινὰς ἁμέρα,