Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.
Μακαρία
  1. ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;
Ἰόλαος
  1. ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες.
Μακαρία
  1. μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ·
  2. ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
  3. θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
  4. τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
  5. κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν,
  6. αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
  7. παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;
  8. οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια,
  9. στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
  10. πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμεν
  11. κακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει;
  12. κάλλιον, οἶμαι, τῆσδʼ — ἃ μὴ τύχοι ποτέ —
  13. πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
  14. κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦς
  15. παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
  16. ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός;
  17. κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·