Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.
- τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων
- ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
- ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
- μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι
- θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς
- προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
- ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων
- τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
- ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
- πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον·
- χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
- οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον
- σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
- εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν.
- ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
- σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός.
- κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
- εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
- ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,