Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
- κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
- πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
- λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
- καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
- φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
- τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
- δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,