Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
  2. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
  3. πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
  4. τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
  5. λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
  6. παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν
  7. κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
  8. εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,