Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
  2. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
  3. στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
  4. κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
  1. οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.
Ἰάσων
  1. θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.
Μήδεια
  1. δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
  2. γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.