Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
  2. ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
  3. πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·
  4. οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
  5. τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
  6. ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
  7. πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
  8. ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος