Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
- οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
- δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
- τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
- θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
- ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
- ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
- ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ