Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
- σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
- χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
- ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
- κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
- πέλας, ποθεινὴ δακρύοισι συμφορά.
- καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
- γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.