Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
  1. τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
  1. εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
  1. ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
  1. οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;
Θεράπων
  1. ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ἡρακλῆς
  1. μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπων
  1. χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
  1. ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπων
  1. οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
Ἡρακλῆς
  1. ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
Θεράπων
  1. οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
  2. πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
  3. μελαμπέπλους κουράν τε.
Ἡρακλῆς
  1. τίς δ’ ὁ κατθανών;