Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
- τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
- ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
- οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
- πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,
- στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
- τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
- μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
- ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
- ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
- ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
- οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
- ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
- οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
- γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν