Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
Θάνατος
  1. ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
  1. ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
  1. οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
  1. οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
  1. νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
  1. κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
  1. πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
  1. πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
  1. ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Ἀπόλλων
  1. οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
Θάνατος
  1. οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
  1. ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
  1. οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
  1. ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·