Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
  2. ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’
  3. αὐτὴ προθανεῖν Πελίου παῖς.
Ἀπόλλων
  1. θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
  1. τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
  1. σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
  1. καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
  1. φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
  1. καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
  1. ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην.
Θάνατος
  1. πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
  1. δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
  1. κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
Ἀπόλλων
  1. λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
Θάνατος
  1. κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.