Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
  2. ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
  3. πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,
  4. προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
  5. πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
  6. ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
  7. κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
  8. κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
  9. ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
  10. Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ
  11. κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
  12. χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
  13. μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν
  14. θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
  15. σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.