Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
- γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
- πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;
- καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·
- ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
- ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
- ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
- ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων
- ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
- καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
- Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
- πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
- τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην
- σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
- μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι