Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
  2. ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
  3. πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
  4. ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
  5. πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
  6. σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
  7. ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·