Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
- ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
- οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
- νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
- ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
- ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
- οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη