Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
  2. ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
  3. πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
  4. πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
  5. μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
  6. ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
  7. ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
  8. ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
  9. ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
  10. ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
  11. δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
  12. ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
  13. ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,