Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,
  2. Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
  3. λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
  4. εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
  5. αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
  6. φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,
  7. κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
  8. χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
  9. ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
  10. 157
  11. εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
  12. δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
  13. ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
  14. ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.